Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.346 Joseph. AJ 12.351 (English) >>Joseph. AJ 12.356

12.349κἀκεῖθεν ὁρμηθέντες εἰς τὴν Ἰουδαίαν παρεγένοντο ψάλλοντές τε καὶ ὑμνοῦντες καὶ τὰς συνήθεις ἐν τοῖς ἐπινικίοις παιδιὰς ἄγοντες, ἔθυσάν τε χαριστηρίους ὑπέρ τε τῶν κατωρθωμένων θυσίας καὶ ὑπὲρ τῆς τοῦ στρατεύματος σωτηρίας· οὐδεὶς γὰρ ἐν τούτοις τοῖς πολέμοις τῶν Ἰουδαίων ἀπέθανεν. 12.350

Ἰώσηπος δὲ Ζαχαρίου καὶ Ἀζαρίας, οὓς κατέλιπεν στρατηγοὺς Ἰούδας καθʼ ὃν καιρὸν Σίμων μὲν ὑπῆρχεν ἐν τῇ Γαλιλαίᾳ πολεμῶν τοὺς ἐν τῇ Πτολεμαΐδι, αὐτὸς δὲ Ἰούδας καὶ ἀδελφὸς αὐτοῦ Ἰωνάθης ἐν τῇ Γαλάτιδι, βουληθέντες καὶ αὐτοὶ δόξαν περιποιήσασθαι στρατηγῶν τὰ πολεμικὰ γενναίων τὴν ὑπʼ αὐτοῖς δύναμιν ἀναλαβόντες ἦλθον εἰς Ἰάμνειαν. 12.351Γοργίου δὲ τοῦ τῆς Ἰαμνείας στρατηγοῦ ὑπαντήσαντος συμβολῆς γενομένης δισχιλίους ἀποβάλλουσι τῆς στρατιᾶς καὶ φεύγοντες ἄχρι τῶν τῆς Ἰουδαίας ὅρων διώκονται. 12.352συνέβη δʼ αὐτοῖς τὸ πταῖσμα τοῦτο παρακούσασιν ὧν αὐτοῖς Ἰούδας ἐπέστειλεν, μὴ συμβαλεῖν εἰς μάχην μηδενὶ πρὸ τῆς ἐκείνου παρουσίας· πρὸς γὰρ τοῖς ἄλλοις αὐτοῦ στρατηγήμασιν καὶ τὸ κατὰ τοὺς περὶ τὸν Ἰώσηπον καὶ τὸν Ἀζαρίαν πταῖσμα θαυμάσειεν ἄν τις, συνῆκεν εἰ παρακινήσουσίν τι τῶν ἐπεσταλμένων αὐτοῖς ἐσόμενον. 12.353 δὲ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πολεμοῦντες τοὺς Ἰδουμαίους οὐκ ἀνίεσαν, ἀλλʼ ἐνέκειντο πανταχόθεν αὐτοῖς, τήν τε Χεβρῶνα πόλιν καταλαβόμενοι ὅσον ὀχυρὸν αὐτῆς καθεῖλον καὶ τοὺς πύργους ἐμπρήσαντες ἐδῄουν τὴν ἀλλόφυλον χώραν καὶ Μάρισαν πόλιν, εἴς τε Ἄζωτον ἐλθόντες καὶ λαβόντες αὐτὴν διήρπασαν. πολλὰ δὲ σκῦλα καὶ λείαν κομίζοντες εἰς τὴν Ἰουδαίαν ὑπέστρεψαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.346 Joseph. AJ 12.351 (English) >>Joseph. AJ 12.356

Powered by PhiloLogic